P I N D A R' S  O D E S:  Ν E M E A N &  I S T H M I A N

 

Karl Maurer, (office) 215 Carpenter, (972) 252-5289, (email) filokalos@aol.com

 

(The text and lineation is that of Perseus, here converted to Unicode.  The inserted line numbers and other markers such as "str. 1)))", "[[n.1.5.]]", etc., are of course very ugly and can be erased; but I inserted them so that when doing word-searches etc. of Pindar, one can always see at a glance exactly where one is.)

 

ΝΕΜ. 1· ΧΡΟΜΙΩ| ΑΙΤΝΑΙΩ|, ΙΠΠΟΙΣ

str. 1))) ἄμπνευμα σεμνὸν ᾿Αλφεοῦ,
κλεινᾶν Συρακοσσᾶν θάλος ᾿Ορτυγία,
δέμνιον ᾿Αρτέμιδος,
Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς
[[n.1.5]] ὕμνος ὁρμᾶται θέμεν
αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·
ἅρμα δ' ὀτρύνει Χρομίου Νεμέα θ' ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.

ant. 1))) ἀρχαὶ δὲ βέβληνται θεῶν
κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
[[n.1.10]] ἔστι δ' ἐν εὐτυχίᾳ
πανδοξίας ἄκρον· μεγάλων δ' ἀέθλων
Μοῖσα μεμνᾶσθαι φιλεῖ.
σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν ᾿Ολύμπου δεσπότας
Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς

epode 1))) [[n.1.15]] Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ ᾿Ολυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.

str. 2))) ἔσταν δ' ἐπ' αὐλείαις θύραις
[[n.1.20]] ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,
ἔνθα μοι ἁρμόδιον
δεῖπνον κεκόσμηται, θαμὰ δ' ἀλλοδαπῶν
οὐκ ἀπείρατοι δόμοι
ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν
[[n.1.25]] ἀντίον. τέχναι δ' ἑτέρων ἕτεραι· χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.

ant. 2))) πράσσει γὰρ ἔργῳ μὲν σθένος,
βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν
συγγενὲς οἷς ἕπεται.
῾Αγησιδάμου παῖ, σέο δ' ἀμφὶ τρόπῳ
[[n.1.30]] τῶν τε καὶ τῶν χρήσιες.
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
ἀλλ' ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες

epode 2))) πολυπόνων ἀνδρῶν. ἐγὼ δ' ῾Ηρακλέος ἀντέχομαι προφρόνως,
ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
[[n.1.35]] ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,

str. 3))) ὡς οὐ λαθὼν χρυσόθρονον
῞Ηραν κροκωτὸν σπάργανον ἐγκατέβα·
ἀλλὰ θεῶν βασιλέα
[[n.1.40]] σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
ἀμφελίξασθαι μεμαῶτες· ὁ δ' ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,

ant. 3))) δισσαῖσι δοιοὺς αὐχένων
[[n.1.45]] μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας·
ἀγχομένοις δὲ χρόνος
ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
ἐκ δ' ἄρ' ἄτλατον δέος
πλᾶξε γυναῖκας, ὅσαι τύχον ᾿Αλκμήνας ἀρήγοισαι λέχει·
[[n.1.50]] καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.

epode 3))) ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον·
ἐν χερὶ δ' ᾿Αμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
ἵκετ', ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ' ὁμῶς·
εὐθὺς δ' ἀπήμων κραδία κᾶδος ἀμφ' ἀλλότριον.

str. 4))) [[n.1.55]] ἔστα δὲ θάμβει δυσφόρῳ
τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
λῆμά τε καὶ δύναμιν
υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
ἀγγέλων ῥῆσιν θέσαν.
[[n.1.60]] γείτονα δ' ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,
ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,

ant. 4))) ὅσσους μὲν ἐν χέρσῳ κτανών,
ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας·
καί τινα σὺν πλαγίῳ
[[n.1.65]] ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
φᾶσέ νιν δώσειν μόρῳ.
καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν

epode 4))) ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ῞ἐν῞ σχερῷ
[[n.1.70]] ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ' ἐξαίρετον
ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν ῞Ηβαν ἄκοιτιν καὶ γάμον
δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.

ΝΕΜ. 2· ΤΙΜΟΔΗΜΩ| ΑΧΑΡΝΕΙ, ΠΑΓΚΡΑΤΙΑΣΤΗ|

str. 1] ὅθεν περ καὶ ῾Ομηρίδαι
ῥαπτῶν ἐπέων τὰ πόλλ' ἀοιδοὶ
ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδ' ἀνὴρ
καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
[[n.2.5]] ἐν πολυυμνήτῳ Διὸς ἄλσει.

str. 2))) ὀφείλει δ' ἔτι, πατρίαν
εἴπερ καθ' ὁδόν νιν εὐθυπομπὸς
αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον ᾿Αθάναις,
θαμὰ μὲν ᾿Ισθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν
[[n.2.10]] Τιμονόου παῖδ'· ἔστι δ' ἐοικὸς

str. 3))) ὀρειᾶν γε Πελειάδων
μὴ τηλόθεν ᾿Ωαρίωνα νεῖσθαι.
καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
δυνατός. ἐν Τρωΐᾳ μὲν ῞Εκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δ' ἀλκὰ
[[n.2.15]] παγκρατίου τλάθυμος ἀέξει.

str. 4))) ᾿Αχάρναι δὲ παλαίφατοι
εὐάνορες· ὅσσα δ' ἀμφ' ἀέθλοις,
Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν·
[[n.2.20]] ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν

str. 5))) ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη·
ἑπτὰ δ' ἐν Νεμέᾳ τὰ δ' οἴκοι μάσσον' ἀριθμοῦ
Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ·
[[n.2.25]] ἁδυμελεῖ δ' ἐξάρχετε φωνᾷ.

ΝΕΜ. 3· ΑΡΙΣΤΟΚΛΕΙΔΗ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΓΚΡΑΤΙΑΣΤΗ|


str. 1] ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ
μένοντ' ἐπ' ᾿Ασωπίῳ μελιγαρύων τέκτονες
[[n.3.5]] κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου·
ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλεῖ,
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν·

ant. 1))) τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο·
[[n.3.10]] ἄρχε δ' οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
λύρᾳ τε κοινάσομαι. χαρίεντα δ' ἕξει πόνον
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
[[n.3.15]] οὐκ ἐλεγχέεσσιν ᾿Αριστοκλείδας τεὰν
ἐμίανε κατ' αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς

epode 1))) παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν
ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
εἰ δ' ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾷ
[[n.3.20]] ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς ᾿Αριστοφάνεος· οὐκέτι πρόσω
ἀβάταν ἅλα κιόνων ὑπὲρ ῾Ηρακλέος περᾶν εὐμαρές,

str. 2))) ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
ὑπέροχος, διά τ' ἐξερεύνασε τεναγέων
[[n.3.25]] ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
ἄκραν ἐμὸν πλόον παραμείβεαι;
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
ἕπεται δὲ λόγῳ δίκας ἄωτος, "ἐσλὸς αἰνεῖν·"

ant. 2))) [[n.3.30]] οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες·
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ' ἐν ἀρεταῖς
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
ὃς καὶ ᾿Ιωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
[[n.3.35]] καὶ ποντίαν Θέτιν κατέμαρψεν
ἐγκονητί. Λαομέδοντα δ' εὐρυσθενὴς
Τελαμὼν ᾿Ιόλᾳ παραστάτας ἐὼν ἔπερσεν·

epode 2))) καί ποτε χαλκότοξον ᾿Αμαζόνων μετ' ἀλκὰν
ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
[[n.3.40]] συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει·
ὃς δὲ διδάκτ' ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ' ἄλλα πνέων οὔ ποτ' ἀτρεκεῖ
κατέβα ποδί, μυριᾶν δ' ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.

str. 3))) ξανθὸς δ' ᾿Αχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
[[n.3.45]] βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ' ἀνέμοις
μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
κάπρους τ' ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
ἑξέτης τὸ πρῶτον, ὅλον δ' ἔπειτ' ἂν χρόνον·
[[n.3.50]] τὸν ἐθάμβεον ῎Αρτεμίς τε καὶ θρασεῖ' ᾿Αθάνα,

ant. 3))) κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ' ἑρκέων·
ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ
᾿Ιάσον' ἔνδον τέγει, καὶ ἔπειτεν ᾿Ασκλήπιον,
[[n.3.55]] τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον·
νύμφευσε δ' αὖτις ἀγλαόκαρπον
Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον

ἀτίταλλεν, ῞ἐν῞ ἀρμένοισι πᾶσι θυμὸν αὔξων·

epode 3))) ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
[[n.3.60]] ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ', ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
πάλιν οἴκαδ' ἀνεψιὸς ζαμενὴς ῾Ελένοιο Μέμνων μόλοι.

str. 4))) τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν·
[[n.3.65]] Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών, τὸν ὕμνος ἔβαλεν
ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
βοὰ δὲ νικαφόρῳ σὺν ᾿Αριστοκλείδᾳ πρέπει,
ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
[[n.3.70]] Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,

ant. 4))) ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
[[n.3.75]] ῞ὁ῞ θνατὸς αἰών, φρονεῖν δ' ἐνέπει τὸ παρκείμενον.
τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
πέμπω μεμιγμένον μέλι λευκῷ
σὺν γάλακτι, κιρναμένα δ' ἔερσ' ἀμφέπει,
πόμ' ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,

epode 4))) [[n.3.80]] ὀψέ περ. ἔστι δ' αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν·
κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
Νεμέας ᾿Επιδαυρόθεν τ' ἄπο καὶ Μεγάρων δέδορκεν φάος.

ΝΕΜ. 4· ΤΙΜΑΣΑΡΧΩ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗ|

str. 1] ἄριστος εὐφροσύνα πόνων κεκριμένων
ἰατρός· αἱ δὲ σοφαὶ
Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
[[n.4.5]] γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
ῥῆμα δ' ἑργμάτων χρονιώτερον βιοτεύει,
ὅ τι κε σὺν Χαρίτων τύχᾳ
γλῶσσα φρενὸς ἐξέλοι βαθείας.

str. 2))) τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ
[[n.4.10]] Τιμασάρχου τε πάλᾳ
ὕμνου προκώμιον εἴη· δέξαιτο δ' Αἰακιδᾶν
ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
φέγγος. εἰ δ' ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
[[n.4.15]] θαμά κε, τῷδε μέλει κλιθείς,
υἱὸν κελάδησε καλλίνικον

str. 3))) Κλεωναίου τ' ἀπ' ἀγῶνος ὅρμον στεφάνων
πέμψαντα καὶ λιπαρᾶν
εὐωνύμων ἀπ' ᾿Αθανᾶν, Θήβαις τ' ἐν ἑπταπύλοις,
[[n.4.20]] οὕνεκ' ᾿Αμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
ΡΡΡ>Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
ξένιον ἄστυ κατέδρακεν
῾Ηρακλέος ὀλβίαν πρὸς αὐλάν.

str. 4))) [[n.4.25]] σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
πόρθησε καὶ Μέροπας
καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον ᾿Αλκυονῆ,
οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
ἥρωάς τ' ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
[[n.4.30]] δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
λόγον ὁ μὴ συνιείς· ἐπεὶ
"ῥέζοντά τι καὶ παθεῖν ἔοικεν."

str. 5))) τὰ μακρὰ δ' ἐξενέπειν ἐρύκει με τεθμὸς
ὧραί τ' ἐπειγόμεναι·
[[n.4.35]] ἴϋγγι δ' ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
μέσσον, ἀντίτειν' ἐπιβουλίᾳ· σφόδρα δόξομεν
δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν·
φθονερὰ δ' ἄλλος ἀνὴρ βλέπων
[[n.4.40]] γνώμαν κενεὰν σκότῳ κυλίνδει

str. 6))) χαμαὶ πετοῖσαν· ἐμοὶ δ' ὁποίαν ἀρετὰν
ἔδωκε πότμος ἄναξ,
εὖ οἶδ' ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
ἐξύφαινε, γλυκεῖα, καὶ τόδ' αὐτίκα, φόρμιγξ,
[[n.4.45]] Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
ὁ Τελαμωνιάδας· ἀτὰρ
Αἴας Σαλαμῖν' ἔχει πατρῴαν·

str. 7))) ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν ᾿Αχιλεὺς
[[n.4.50]] νᾶσον· Θέτις δὲ κρατεῖ
Φθίᾳ· Νεοπτόλεμος δ' ᾿Απείρῳ διαπρυσίᾳ,
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
Δωδώναθεν ἀρχόμενοι πρὸς ᾿Ιόνιον πόρον.
Παλίου δὲ πὰρ ποδὶ λατρείαν ᾿Ιαωλκὸν
[[n.4.55]] πολεμίᾳ χερὶ προστραπὼν
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν

str. 8))) δάμαρτος ῾Ιππολύτας ῎Ακαστος δολίαις
τέχναισι χρησάμενος·
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
[[n.4.60]] ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
ὄνυχας ὀξυτάτους ἀκμὰν
τε δεινοτάτων σχάσαις ὀδόντων

str. 9))) [[n.4.65]] ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
εἶδεν δ' εὔκυκλον ἕδραν,
τᾶς οὐρανοῦ βασιλῆες πόντου τ' ἐφεζόμενοι
δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
[[n.4.70]] αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός·
ἄπορα γὰρ λόγον Αἰακοῦ
παίδων τὸν ἅπαντά μοι διελθεῖν.

str. 10))) Θεανδρίδαισι δ' ἀεξιγυίων ἀέθλων
κάρυξ ἑτοῖμος ἔβαν
[[n.4.75]] Οὐλυμπίᾳ τε καὶ ᾿Ισθμοῖ Νεμέᾳ τε συνθέμενος,
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
οὐ νέοντ' ἄνευ στεφάνων, πάτραν ἵν' ἀκούομεν,
Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς
πρόπολον ἔμμεναι. εἰ δέ τοι
[[n.4.80]] μάτρῳ μ' ἔτι Καλλικλεῖ κελεύεις

str. 11))) στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
ὁ χρυσὸς ἑψόμενος
αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
[[n.4.85]] φῶτα· κεῖνος ἀμφ' ᾿Αχέροντι ναιετάων ἐμὰν
γλῶσσαν εὑρέτω κελαδῆτιν, ᾿Ορσοτριαίνα
ἵν' ἐν ἀγῶνι βαρυκτύπου
θάλησε Κορινθίοις σελίνοις·

str. 12))) τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
[[n.4.90]] σὸς ἄεισέν ποτε, παῖ.
ἄλλοισι δ' ἅλικες ἄλλοι· τὰ δ' αὐτὸς ἄν τις ἴδῃ,
ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
[[n.4.95]] μαλακὰ μὲν φρονέων ἐσλοῖς,
τραχὺς δὲ παλιγκότοις ἔφεδρος.

ΝΕΜ. 5· ΠΥΘΕΑ| ΑΙΓΙΝΗΤΗ|, ΑΓΕΝΕΙΩ| ΠΑΓΚΡΑΤΙΑΣΤΗ|

str. 1] οὐκ ἀνδριαντοποιός εἰμ', ὥστ' ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ' ἐπ' αὐτᾶς βαθμίδος
ἑσταότ'· ἀλλ' ἐπὶ πάσας ὁλκάδος ἔν τ' ἀκάτῳ, γλυκεῖ' ἀοιδά,
στεῖχ' ἀπ' Αἰγίνας, διαγγέλλοισ', ὅτι
Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
[[n.5.5]] νίκη Νεμείοις παγκρατίου στέφανον,
οὔπω γένυσι φαίνων τέρειναν ματέρ' οἰνάνθας ὀπώραν,

ant. 1))) ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν·
τάν ποτ' εὔανδρόν τε καὶ ναυσικλυτὰν
[[n.5.10]] θέσσαντο πὰρ βωμὸν πατέρος ῾Ελλανίου
στάντες, πίτναν τ' εἰς αἰθέρα χεῖρας ἁμᾷ
᾿Ενδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,

epode 1))) ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ' ἐπὶ ῥηγμῖνι πόντου.
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον,
[[n.5.15]] πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
δαίμων ἀπ' Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων
φαίνοισα πρόσωπον ἀλάθει' ἀτρεκής·
καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.

str. 2))) εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
[[n.5.20]] αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν·
καὶ πέραν πόντοιο πάλλοντ' αἰετοί.
πρόφρων δὲ καὶ κείνοις ἄειδ' ἐν Παλίῳ
Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
φόρμιγγ' ᾿Απόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων

ant. 2))) [n.5.25]] ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
Πηλέα θ', ὥς τέ νιν ἁβρὰ Κρηθεῒς ῾Ιππολύτα δόλῳ πεδᾶσαι
ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
πείσαισ' ἀκοίταν ποικίλοις βουλεύμασιν,
ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
[[n.5.30]] ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις ᾿Ακάστου

epode 2))) εὐνᾶς. τὸ δ' ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ
παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι·
εὐθὺς δ' ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
δείσαις· ὁ δ' ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
[[n.5.35]] Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ' ἐν τάχει
ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,

str. 3))) γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται ᾿Ισθμὸν Δωρίαν·
ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
[[n.5.40]] πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
πάντων. τὺ δ' Αἰγίναθε δίς, Εὐθύμενες,
Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.

ant. 3))) ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
ἁ Νεμέα μὲν ἄραρεν μείς τ' ἐπιχώριος, ὃν φίλησ' ᾿Απόλλων·
[[n.5.45]] ἅλικας δ' ἐλθόντας οἴκοι τ' ἐκράτεις
Νίσου τ' ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ', ὅτι
ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν

epode 3))) ἐπαύρεο· χρὴ δ' ἀπ' ᾿Αθανᾶν τέκτον' ἀθληταῖσιν ἔμμεν.
[[n.5.50]] εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ' ἀείδειν, μηκέτι ῥίγει· δίδοι
φωνάν, ἀνὰ δ' ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν ᾿Επιδαύρῳ διπλόαν
νικῶντ' ἀρετάν, προθύροισιν δ' Αἰακοῦ
ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.

ΝΕΜ. 6· ΑΛΚΙΜΙΔΗ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗ|

str. 1] ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
[[n.6.5]] νόον ἤτοι φύσιν ἀθανάτοις,
καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
οἵαν τιν' ἔγραψε δραμεῖν ποτὶ στάθμαν.

ant. 1))) τεκμαίρει καί νυν ᾿Αλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ' ἀμειβόμεναι
[[n.6.10]] τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
τόκα δ' αὖτ' ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,

epode 1))) [[n.6.15]] ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίου.
κεῖνος γὰρ ᾿Ολυμπιόνικος ἐὼν Αἰακίδαις
ἔρνεα πρῶτος ῞ἔνεικεν῞ ἀπ' ᾿Αλφεοῦ,
καὶ πεντάκις ᾿Ισθμοῖ στεφανωσάμενος,
[[n.6.20]] νεμέᾳ δὲ τρίς,
ἔπαυσε λάθαν
Σωκλείδα, ὃς ὑπέρτατος
῾Αγησιμάχῳ υἱέων γένετο.

str. 2))) ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
[[n.6.25]] ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία ῞πλεόνων῞
ταμίαν στεφάνων μυχῷ ῾Ελλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτ' ἀπὸ τόξου ἱείς· εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
[[n.6.30]] εὐκλέα. παροιχομένων γὰρ ἀνέρων

ant. 2))) ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν,
Βασσίδαισιν ἅ τ' οὐ σπανίζει· παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
[[n.6.35]] ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν

epode 2))) ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν·
[[n.6.40]] πόντου τε γέφυρ' ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν
τίμασε Ποσειδάνιον ἂν τέμενος·
βοτάνα τέ νιν
πόθ' ἁ λέοντος
[[n.6.45]] νικάσαντ' ἤρεφε δασκίοις
Φλιοῦντος ὑπ' ὠγυγίοις ὄρεσιν.

str. 3))) πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι
ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας·
[[n.6.50]] πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμ' αὐτῶν· καὶ ἐς Αἰθίοπας
Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος ᾿Αχιλεὺς
ἔμπεσε χαμαὶ καταβὰς ἀφ' ἁρμάτων,

ant. 3))) φαεννᾶς υἱὸν εὖτ' ἐνάριξεν ᾿Αόος ἀκμᾷ
[[n.6.55]] ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν·
τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δ' ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
[[n.6.60]] πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων

epode 3))) εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
᾿Αλκιμίδα, τέ γ' ἐπαρκέσαι
κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τ' ἐνόσφισε καὶ Πουλυτιμίδαν
[[n.6.65]] κλᾶρος προπετὴς ἄνθε' ᾿Ολυμπιάδος.
δελφῖνί κεν
τάχος δι' ἅλμας
ἴσον εἴποιμι Μελησίαν,
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.

ΝΕΜ. 7· ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤΗ|, ΠΑΙΔΙ ΠΕΝΤΑΘΛΩ|

str. 1] ᾿Ελείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
παῖ μεγαλοσθενέος, ἄκουσον, ῞Ηρας, γενέτειρα τέκνων· ἄνευ σέθεν
οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον ῞Ηβαν.
[[n.7.5]] ἀναπνέομεν δ' οὐχ ἅπαντες ἐπὶ ἴσα·
εἴργει δὲ πότμῳ ζυγένθ' ἕτερον ἕτερα. σὺν δὲ τὶν
καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς
εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.

ant. 1))) πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
[[n.7.10]] Αἰακιδᾶν· μάλα δ' ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν
ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι·
ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
[[n.7.15]] εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.

epode 1))) σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
ἔμαθον, οὐδ' ὑπὸ κέρδει βλάβεν·
ἀφνεὸς πενιχρός τε θανάτου πέρας
[[n.7.20]] ἅμα νέονται. ἐγὼ δὲ πλέον' ἔλπομαι
λόγον ᾿Οδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ' ῞Ομηρον·

str. 2))) ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ ῞τε῞ μαχανᾷ
σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δ' ἔχει
ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
[[n.7.25]] ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
λευρὸν ξίφος· ὃν κράτιστον ᾿Αχιλέος ἄτερ μάχᾳ
ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ

ant. 2))) [[n.7.30]] πρὸς ῎Ιλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
κῦμ' ᾿Αΐδα, πέσε δ' ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται
ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις
[[n.7.35]] κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ' ἀποπλέων
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ' εἰς ᾿Εφύραν ἵκοντο·

epode 2))) Μολοσσίᾳ δ' ἐμβασίλευεν ὀλίγον
χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν
[[n.7.40]] τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
κτέαν' ἄγων Τρωΐαθεν ἀκροθινίων·
ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ.

str. 3))) βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ
[[n.7.45]] Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
θεοῦ παρ' εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
[[n.7.50]] Αἴγινα, τεῶν Διός τ' ἐκγόνων. θρασύ μοι τόδ' εἰπεῖν

ant. 3))) φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ' ἔχει
καὶ μέλι καὶ τὰ τέρπν' ἄνθε' ᾿Αφροδίσια.
φυᾷ δ' ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
[[n.7.55]] ὁ μὲν τά, τὰ δ' ἄλλοι· τυχεῖν δ' ἕν' ἀδύνατον
εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω
εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
ὤρεξε. Θεαρίων, τὶν δ' ἐοικότα καιρὸν ὄλβου

epode 3))) δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ
[[n.7.60]] σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον,
ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ' ἄγων
κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δ' ἀγαθοῖσι μισθὸς οὗτος.

str. 4))) ἐὼν δ' ἐγγὺς ᾿Αχαιὸς οὐ μέμψεταί μ' ἀνὴρ
[[n.7.65]] ᾿Ιονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθ'· ἔν τε δαμόταις
ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
βίαια πάντ' ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
[[n.7.70]] Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
μὴ τέρμα προβὰς ἄκονθ' ὥτε χαλκοπάρᾳον ὄρσαι

ant. 4))) θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
[[n.7.75]] ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι
κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾷ
καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ' ἐέρσας.

epode 4))) [[n.7.80]] Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
πολύφατον θρόον ὕμνων δόνει
ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,

str. 5))) [[n.7.85]] ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
῾Ηράκλεες, σέο δὲ προπράον' ἔμεν ξεῖνον ἀδελφεόν τ'. εἰ δὲ γεύεται
ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον' ἔμμεναι
νόῳ φιλήσαντ' ἀτενέϊ γείτονι χάρμα πάντων
ἐπάξιον· εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι,
[[n.7.90]] ἐν τίν κ' ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν·

ant. 5))) ἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοῖς
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
[[n.7.95]] τὶν δ' ἐπέοικεν ῞Ηρας πόσιν τε πειθέμεν
κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις
[[n.7.100]] εὐδαίμον' ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ

epode 5))) γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
τὸ δ' ἐμὸν οὔ ποτε φάσει κέαρ
ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ' ἀμπολεῖν

[[105]] ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, "Διὸς Κόρινθος."

ΝΕΜ. 8· ΔΕΙΝΙΑ| ΑΙΓΙΝΗΤΗ|, ΔΙΑΥΛΟΔΡΟΜΩ|


str. 1] ὥρα πότνια, κάρυξ ᾿Αφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
ἅτε παρθενηΐοις παίδων τ' ἐφίζοισα γλεφάροις,
τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ' ἑτέραις.
ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
[[n.8.5]] τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.

ant. 1))) οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν
Κυπρίας δώρων· ἔβλαστεν δ' υἱὸς Οἰνώνας βασιλεὺς
χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
[[n.8.10]] ἤθελον κείνου γε πείθεσθ' ἀναξίαις
ἑκόντες,

epode 1))) οἵ τε κρανααῖς ἐν ᾿Αθάναισιν ἅρμοζον στρατόν,
οἵ τ' ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ' ὑπὲρ φίλας
ἀστῶν θ' ὑπὲρ τῶνδ' ἅπτομαι φέρων
[[n.8.15]] Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος·

str. 2))) ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν.
[[n.8.20]] πολλὰ γὰρ πολλᾷ λέλεκται· νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ
ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν·
ἅπτεται δ' ἐσλῶν ἀεί, χειρόνεσσι δ' οὐκ ἐρίζει.

ant. 2))) κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ' ἄλκιμον, λάθα κατέχει
[[n.8.25]] ἐν λυγρῷ νείκει· μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται.
κρυφίαισι γὰρ ἐν ψάφοις ᾿Οδυσσῆ Δαναοὶ θεράπευσαν·
χρυσέων δ' Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.

epode 2))) ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
ἕλκεα ῥῆξαν πελεμιζόμενοι
[[n.8.30]] ὑπ' ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ' ᾿Αχιλεῖ νεοκτόνῳ,
ἄλλων τε μόχθων ἐν πολυφθόροις
ἁμέραις. ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι,
αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος·
ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ' ἀφάντων κῦδος ἀντείνει σαθρόν.

str. 3))) [[n.8.35]] εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ' ἕτεροι
ἀπέραντον· ἐγὼ δ' ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ',
αἰνέων αἰνητά, μομφὰν δ' ἐπισπείρων ἀλιτροῖς.

ant. 3))) [[n.8.40]] αὔξεται δ' ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾄσσει,
῞ἐν῞ σοφοῖς ἀνδρῶν ἀερθεῖσ' ἐν δικαίοις τε πρὸς ὑγρὸν
αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις
ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
πιστόν. ὦ Μέγα, τὸ δ' αὖτις τεὰν ψυχὰν κομίξαι

epode 3))) [[n.8.45]] οὔ μοι δυνατόν· κενεᾶν δ' ἐλπίδων χαῦνον τέλος·
σεῦ δὲ πάτρᾳ Χαριάδαις τ' ἐλαφρὸν
ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ' ἀνὴρ
[[n.8.50]] νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν ᾿Αδράστου τάν τε Καδμείων ἔριν.

ΝΕΜ. 9· ΧΡΟΜΙΩ| ΑΙΤΝΑΙΩ|, ΑΡΜΑΤΙ


str. 1] κωμάσομεν παρ' ᾿Απόλλωνος Σικυώνοθε, Μοῖσαι,
τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ' ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
ὄλβιον ἐς Χρομίου δῶμ'. ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε.
τὸ κρατήσιππον γὰρ ἐς ἃρμ' ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
[n.9.5] Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.

str. 2))) ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δ' ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
ἀλλ' ἀνὰ μὲν βρομίαν φόρμιγγ', ἀνὰ δ' αὐλὸν ἐπ' αὐτὰν ὄρσομεν
ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν ῎Αδραστος ἐπ' ᾿Ασωποῦ ῥεέθροις· ὧν ἐγὼ
[n.9.10] μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,

str. 3))) ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ' ἑορταῖς
ἰσχύος τ' ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
φεῦγε γὰρ ᾿Αμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
πατρῴων οἴκων ἀπό τ' ῎Αργεος· ἀρχοὶ δ' οὐκ ἔτ' ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
[n.9.15] κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν
ἀνήρ.

str. 4))) ἀνδροδάμαντ' ᾿Εριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
ἐς ῞ λὸν ἐς῞ ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
οὐ κατ' ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
[n.9.20] στείχειν ἐπώτρυν', ἀλλὰ φείσασθαι
κελεύθου.

str. 5))) φαινομέναν δ' ἄρ' ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· ᾿Ισμηνοῦ δ' ἐπ' ὄχθαισι γλυκὺν
νόστον ἐρεισάμενοι λευκανθέα σώματ' ἐπίαναν καπνόν·
ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δ' ᾿Αμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
[n.9.25] Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ' ἅμ' ἵπποις,

str. 6))) δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ' εὔνομον
[n.9.30] αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,

str. 7))) Ζεῦ πάτερ, ἀγλαΐαισιν δ' ἀστυνόμοις ἐπιμῖξαι
λαόν. ἐντί τοι φίλιπποί τ' αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
ἄνδρες. ἄπιστον ἔειπ'· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ' ἐν μάχαις
[n.9.35] ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,

str. 8))) οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν ᾿Ενυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας
χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν ῞Εκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν
[n.9.40] ἀγχοῦ, βαθυκρήμνοισι δ' ἀμφ' ἀκταῖς ῾Ελώρου,

str. 9))) ἔνθα ῾Ρέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
παιδὶ τοῦθ' ῾Αγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δ' ἄλλαις ἁμέραις
πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
ἐκ πόνων δ', οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.
[n.9.45] ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.

str. 10))) εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται
κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δ' αὔξεται
μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
[n.9.50] ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,

str. 11))) ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
ἀμπέλου παῖδ', ἅς ποθ' ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ
Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις
[n.9.55] νίκαν, ἀκοντίζων σκοποῖ' ἄγχιστα Μοισᾶν.

ΝΕΜ. 10· ΘΕΑΙΩ| ΑΡΓΕΙΩ|, ΠΑΛΑΙΣΤΗ|


str. 1] Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,
῎Αργος ῞Ηρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δ' ἀρεταῖς
μυρίαις ἔργων θρασέων ἕνεκεν.
μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος·
πολλὰ δ' Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς ᾿Επάφου παλάμαις·
[n.10.5] οὐδ' ῾Υπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.

ant. 1))) Διομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·
γαῖα δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
μάντιν Οἰκλείδαν, πολέμοιο νέφος·
[n.10.10] καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·
Ζεὺς ἐπ' ᾿Αλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·
πατρὶ δ' ᾿Αδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·

epode 1))) θρέψε δ' αἰχμὰν ᾿Αμφιτρύωνος. ὁ δ' ὄλβῳ φέρτατος
ἵκετ' ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
[n.10.15] Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος
ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
σπέρμ' ἀδείμαντον φέρων ῾Ηρακλέος· οὗ κατ' ῎Ολυμπον
ἄλοχος ῞Ηβα τελείᾳ παρὰ ματέρι βαίνοισ' ἔστι, καλλίστα θεῶν.

str. 2))) βραχύ μοι στόμα πάντ' ἀναγήσασθ', ὅσων ᾿Αργεῖον ἔχει τέμενος
[n.10.20] μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·
ἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν,
καὶ παλαισμάτων λάβε φροντίδ'· ἀγών τοι χάλκεος
δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν ῞Ηρας ἀέθλων τε κρίσιν·
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.

ant. 2))) [n.10.25] ἐκράτησε δὲ καί ποθ' ῞Ελλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν
καὶ τὸν ᾿Ισθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ' ἔδωκ' ἀρόσαι,
τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν ᾿Αδραστείῳ νόμῳ.
Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος
[n.10.30] ἐν τὶν ἔργων· οὐδ', ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν·

epode 2))) γνώτ' ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ
ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δ' ἔσχεν Πίσα
῾Ηρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν
ἐν τελεταῖς δὶς ᾿Αθαναίων νιν ὀμφαὶ
[n.10.35] κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
ἔμολεν ῞Ηρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.

str. 3))) ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ ῞σὺν῞ Τυνδαρίδαις θαμάκις.
ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
[n.10.40] ᾿Αντία τε ξύγγονος, ῎Αργει μὴ κρύπτειν φάος
ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ' ἱπποτρόφον
ἄστυ θάλησεν Κορίνθου τ' ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις·

ant. 3))) Σικυωνόθε δ' ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·
[n.10.45] ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς·
ὅντε Κλείτωρ καὶ Τεγέα καὶ ᾿Αχαιῶν ὑψίβατοι πόλιες
καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει.

epode 3))) Κάστορος δ' ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
[n.10.50] καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ
εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
μοῖραν ῾Ερμᾷ καὶ σὺν ῾Ηρακλεῖ διέποντι θάλειαν,
μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.

str. 4))) [n.10.55] μεταμειβόμενοι δ' ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
Δὶ νέμονται, τὰν δ' ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ
τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ,
εἵλετ' αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
[n.10.60] τὸν γὰρ ῎Ιδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.

ant. 4))) ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον
ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ' ὠκέως,
[n.10.65] καὶ πάθον δεινὸν παλάμαις ᾿Αφαρητίδαι Διός. αὐτίκα γὰρ
ἦλθε Λήδας παῖς διώκων· τοὶ δ' ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·

epode 4))) ἔνθεν ἁρπάξαντες ἄγαλμ' ᾿Αΐδα, ξεστὸν πέτρον,
ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ' οὔ νιν φλάσαν,
οὐδ' ἀνέχασσαν· ἐφορμαθεὶς δ' ἄρ' ἄκοντι θοῷ
[n.10.70] ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δ' ἐπ' ῎Ιδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
ἅμα δ' ἐκαίοντ' ἔρημοι. χαλεπὰ δ' ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.

str. 5))) ταχέως δ' ἐπ' ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
καί νιν οὔπω τεθναότ', ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
[n.10.75] θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
ὄρθιον φώνασε· "πάτερ Κρονίων, τίς δὴ λύσις
ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ' ἐπίτειλον, ἄναξ.
οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δ' ἐν πόνῳ πιστοὶ βροτῶν

ant. 5))) καμάτου μεταλαμβάνειν." ὣς ἔννεπε· Ζεὺς δ' ἀντίος ἤλυθέ οἱ
[n.10.80] καὶ τόδ' ἐξαύδασ' ἔπος· "ἐσσί μοι υἱός· τόνδε δ' ἔπειτα πόσις
σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις
στάξεν ἥρως. ἀλλ' ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν
παρδίδωμ'· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον
αὐτὸς Οὔλυμπον θέλεις ῞ναίειν ἐμοὶ῞ σύν τ' ᾿Αθαναίᾳ κελαινεγχεῖ τ' ῎Αρει,

epode 5))) [n.10.85] ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι
μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,
ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,
ἥμισυ δ' οὐρανοῦ ἐν χρυσέοις δόμοισιν."
ὣς ἄρ' αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
[n.10.90] ἀνὰ δ' ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.

ΝΕΜ. 11· ΑΡΙΣΤΑΓΟΡΑ| ΤΕΝΕΔΙΩ|, ΠΡΥΤΑΝΕΙ

[στρ 1] παῖ ῾Ρέας, ἅ τε πρυτανεῖα λέλογχας,῾Εστία,
Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου ῞Ηρας,
εὖ μὲν ᾿Αρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
.εὖ δ' ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
[n.11.5] οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,


ant. 1))) πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά·
καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
[n.10.10] δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,

epode 1))) ἄνδρα δ' ἐγὼ μακαρίζω μὲν πατέρ' ῾Αγησίλαν,
καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον.
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
ἔν τ' ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
[n.10.15] θνατὰ μεμνάσθω περιστέλλων μέλη,
καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος·

str. 2))) ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
ἐκ δὲ περικτιόνων ἑκκαίδεκ' ᾿Αρισταγόραν
[n.10.20] ἀγλααὶ νῖκαι πάτραν τ' εὐώνυμον
ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.

ant. 2))) ἐλπίδες δ' ὀκνηρότεραι γονέων παιδὸς βίαν
ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ ᾿Ολυμπίᾳ ἄθλων.
ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
[n.10.25] καὶ παρ' εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
κάλλιον ἂν δηριώντων ἐνόστησ' ἀντιπάλων,

epode 2))) πενταετηρίδ' ἑορτὰν ῾Ηρακλέος τέθμιον
κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
[n.10.30] ἐξ ἀγαθῶν ἔβαλον· τὸν δ' αὖ καταμεμφθέντ' ἄγαν
ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.

str. 3))) συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
αἷμ' ἀπὸ Σπάρτας· ᾿Αμύκλαθεν γὰρ ἔβα σὺν ᾿Ορέστᾳ,
[n.10.35] Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ' ἀνάγων·
καὶ παρ' ᾿Ισμηνοῦ ῥοὰν κεκραμένον
ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ' ἀρεταὶ

ant. 3))) ἀμφέροντ' ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
ἐν σχερῷ δ' οὔτ' ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
[n.10.40] δένδρεά τ' οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
ἀλλ' ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει

epode 3))) μοῖρα. τὸ δ' ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
τέκμαρ· ἀλλ' ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
[n.10.45] ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ
ἐλπίδι γυῖα· προμαθείας δ' ἀπόκεινται ῥοαί.
κερδέων δὲ χρὴ μέτρον θηρευέμεν·
ἀπροσίκτων δ' ἐρώτων ὀξύτεραι μανίαι.

Isth. 1· ΗΡΟΔΟΤΩ| ΘΗΒΑΙΩ|, ΑΡΜΑΤΙ


str. 1] μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
Δᾶλος, ἐν ᾳνβσπ; κέχυμαι.
[i.1.5] τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
εἶξον, ᾿Ωπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,

ant. 1))) καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, ᾿Ισθμοῦ
[i.1.10] δειράδ'· ἐπεὶ στεφάνους
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
καλλίνικον πατρίδι κῦδος. ἐν ᾳνβσπ; καὶ τὸν ἀδείμαντον ᾿Αλκμήνα τέκεν

epode 1))) παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
ἀλλ' ἐγὼ ῾Ηροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
[i.1.15] ἁνία τ' ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ' ἐθέλω
ἢ Καστορείῳ ἢ ᾿Ιολάου ἐναρμόξαι νιν ὕμνῳ.
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·

str. 2))) ἔν τ' ἀέθλοισι θίγον πλείστων ἀγώνων,
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
[i.1.20] καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
γευόμενοι στεφάνων
νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ' ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,

ant. 2))) οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
[i.1.25] καὶ λιθίνοις ὁπότ' ἐν δίσκοις ἵεν.
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ' ἐφ' ἑκάστῳ
ἔργματι κεῖτο τέλος.
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ' Εὐρώτᾳ πέλας,

epode 2))) [i.1.30] ᾿Ιφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
Τυνδαρίδας δ' ἐν ᾿Αχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.
χαίρετ'. ἐγὼ δὲ Ποσειδάωνι ᾿Ισθμῷ τε ζαθέᾳ
᾿Ογχηστίαισίν τ' ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
γαρύσομαι τοῦδ' ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν ᾿Ασωποδώρου πατρὸς αἶσαν

str. 3))) [i.1.35] ᾿Ορχομενοῖό τε πατρῴαν ἄρουραν,
ἅ νιν ἐρειδόμενον ναυαγίαις
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
δέξατο συντυχίᾳ·
νῦν δ' αὖτις ἀρχαίας ἐπέβασε πότμος
[i.1.40] συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει·

ant. 3))) εἰ δ' ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
ἀμφότερον δαπάναις τε καὶ πόνοις,
χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
μὴ φθονεραῖσι φέρειν
[i.1.45] γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ' ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

epode 3))) μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ' ἔργμασιν ἀνθρώποις γλυκύς,
μηλοβότᾳ τ' ἀρότᾳ τ' ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
[i.1.50] ὃς δ' ἀμφ' ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.

str. 4))) ἄμμι δ' ἔοικε Κρόνου σεισίχθον' υἱὸν
γείτον' ἀμειβομένοις εὐεργέταν
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
[i.1.55] καὶ σέθεν, ᾿Αμφιτρύων,
παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος ᾿Ελευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·

ant. 4))) Πρωτεσίλα, τὸ τεὸν δ' ἀνδρῶν ᾿Αχαιῶν
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
[i.1.60] πάντα δ' ἐξειπεῖν, ὅσ' ἀγώνιος ῾Ερμᾶς
῾Ηροδότῳ ἔπορεν
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.

epode 4))) εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ' ἀγλααῖς
[i.1.65] Πιερίδων ἔτι καὶ Πυθῶθεν ᾿Ολυμπιάδων τ' ἐξαιρέτοις
᾿Αλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
Θήβαισι τεύχοντ'. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
ἄλλοισι δ' ἐμπίπτων γελᾷ, ψυχὰν ᾿Αΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

Isth. 2· ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩ|, ΑΡΜΑΤΙ


str. 1] οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
ὅστις ἐὼν καλὸς εἶχεν ᾿Αφροδίτας
[i.2.5] εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.

ant. 1))) ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ' ἦν οὐδ' ἐργάτις·
οὐδ' ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
νῦν δ' ἐφίητι ῞τὸ῞ τὠργείου φυλάξαι
[i.2.10] ῥῆμ' ἀλαθείας ῞ἐτᾶς῞ ἄγχιστα βαῖνον,

epode 1))) " χρήματα, χρήματ' ἀνήρ," ὃς φᾶ κτεάνων θ' ἅμα λειφθεὶς καὶ φίλων.
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ' ἀείδω
᾿Ισθμίαν ἵπποισι νίκαν,
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
[i.2.15] Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
πέμπεν ἀναδεῖσθαι σελίνων,

str. 2))) εὐάρματον ἄνδρα γεραίρων, ᾿Ακραγαντίνων φάος.
ἐν Κρίσᾳ δ' εὐρυσθενὴς εἶδ' ᾿Απόλλων νιν πόρε τ' ἀγλαΐαν
καὶ τόθι· κλειναῖς ῞δ'῞ ᾿Ερεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
[i.2.20] ταῖς λιπαραῖς ἐν ᾿Αθάναις, οὐκ ἐμέμφθη
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,

ant. 2))) τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ' ἁπάσαις ἁνίαις·
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
Ζηνὸς ᾿Αλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
[i.2.25] ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας

epode 2))) γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν ᾿Ολυμπίου Διὸς
ἄλσος· ἵν' ἀθανάτοις Αἰνησιδάμου
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
[i.2.30] καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
οὔτε κώμων, ὦ Θρασύβουλ', ἐρατῶν,
οὔτε μελικόμπων ἀοιδᾶν.

str. 3))) οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς ῾Ελικωνιάδων.
[i.2.35] μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ', ὅσον ὀργὰν
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,

ant. 3))) ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ·
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν
[i.2.40] οὖρος ἐμπνεύσαις ὑπέστειλ' ἱστίον ἀμφὶ τράπεζαν·
ἀλλ' ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.

epode 3))) μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν,
[i.2.45] μηδὲ τούσδ' ὕμνους· ἐπεί τοι
οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
ταῦτα, Νικάσιππ', ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.

Isth. 3· ΜΕΛΙΣΣΩ| ΘΗΒΑΙΩ|, ΙΠΠΟΙΣ


str. 1] εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται
[i.3.5] ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.

ant. 1))) εὐκλέων δ' ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντ' ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ
[i.3.10] μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν ᾿Ισθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν

epode 1))) ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ' ἀρετὰνσύμφυτον οὐ κατελέγχει.
[i.3.15] ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν·
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ' ἄλλοτ' ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν.

Isth. 4· ΜΕΛΙΣΣΩ| ΘΗΒΑΙΩ|, ΠΑΓΚΡΑΤΙΩ|


str. 1] ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος·
ὦ Μέλισσ', εὐμαχανίαν γὰρ ἔφανας ᾿Ισθμίοις
ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·
αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ
[i.4.5] σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ' ἀλλοῖος οὖρος
πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.

ant. 1))) τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται
πρόξενοί τ' ἀμφικτιόνων κελαδεννᾶς τ' ὀρφανοὶ
ὕβριος· ὅσσα δ' ἐπ' ἀνθρώπους ἄηται
[i.4.10] μαρτύρια φθιμένων ζωῶν τε φωτῶν
ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δ' ἐσχάταισιν
οἴκοθεν στάλαισιν ἅπτονθ' ῾Ηρακλείαις·

epode 1))) καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν.
ἱπποτρόφοι τ' ἐγένοντο,
[i.4.15] χαλκέῳ τ' ῎Αρει ἅδον.
ἀλλ' ἁμέρᾳ γὰρ ἐν μιᾷ
[17] τραχεῖα νιφὰς πολέμοιο τεσσάρων
[17β] ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·
[18] νῦν δ' αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον
[18β] χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις

str. 2))) [19] δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς ᾿Ογχηστὸν οἰκέων
[i.4.20] καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων,
τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον
ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν
εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλ' ἀνεγειρομένα χρῶτα λάμπει,
᾿Αωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·

ant. 2))) [i.4.25] ἅ τε κἀν γουνοῖς ᾿Αθανᾶν ἅρμα καρύξαισα νικᾶν
ἔν τ' ᾿Αδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν
τοιάδε τῶν τότ' ἐόντων φύλλ' ἀοιδᾶν.
οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον
καμπύλον δίφρον, Πανελλάνεσσι δ' ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.
[i.4.30] τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί,

epode 2))) ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων,
πρὶν τέλος ἄκρον ἱκέσθαι·
τῶν τε γὰρ καὶ τῶν διδοῖ·
καὶ κρέσσον' ἀνδρῶν χειρόνων
[i.4.35] ἔσφαλε τέχνα καταμάρψαισ'. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ
ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν ῾Ελλάνων ὅσοι Τρῴανδ' ἔβαν.

str. 3))) ἀλλ' ῞Ομηρός τοι τετίμακεν δι' ἀνθρώπων, ὃς αὐτοῦ
πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν
θεσπεσίων ἐπέων λοιποῖς
ἀθύρειν.
[i.4.40] τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει,
εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν
ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.

ant. 3))) προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων
καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ' ἐπάξιον,
[i.4.45] ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς
θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων
ἐν πόνῳ, μῆτιν δ' ἀλώπηξ, αἰετοῦ ἅ τ' ἀναπιτναμένα ῥόμβον ἴσχει.
χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.

epode 3))) οὐ γὰρ φύσιν ᾿Ωαριωνείαν ἔλαχεν·
[i.4.50] ἀλλ' ὀνοτὸς μὲν ἰδέσθαι,
συμπεσεῖν δ' ἀκμᾷ βαρύς.
καίτοι πότ' ᾿Ανταίου δόμους
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ' ἄκαμπτος, προσπαλαίσων ἦλθ' ἀνὴρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,

str. 4))) [i.4.55] υἱὸς ᾿Αλκμήνας· ὃς Οὐλυμπόνδ' ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
νῦν δὲ παρ' Αἰγιόχῳ κάλλιστον ὄλβον
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, ῞Ηβαν τ' ὀπυίει,
[i.4.60] χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς ῞Ηρας.

ant. 4))) τῷ μὲν ᾿Αλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ
καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν
ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων,
τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς·
[i.4.65] τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει
αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ,

epode 4))) καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ' ἀέθλων
γίνεται, ἰσχύος ἔργον.
ἔνθα λευκωθεὶς κάρα
[i.4.70] μύρτοις ὅδ' ἀνὴρ διπλόαν
νίκαν ἀνεφάνατο παίδων ῞τε῞ τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου
γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν ᾿Ορσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.

Isth. 5· ΦΥΛΑΚΙΔΑ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΓΚΡΑΤΙΩ|


str. 1] μᾶτερ ῾Αλίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·
καὶ γὰρ ἐριζόμεναι
[i.5.5.] νᾶες ἐν πόντῳ καὶ ῞ὑφ'῞ ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται·

ant. 1))) ἔν τ' ἀγωνίοις ἀέθλοισι ποθεινὸν
κλέος ἔπραξεν, ὅντιν' ἀθρόοι στέφανοι
χερσὶ νικάσαντ' ἀνέδησαν ἔθειραν
[i.5.10] ἢ ταχυτᾶτι ποδῶν.
κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,

epode 1))) εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ' ἔχεις,
[i.5.15] εἴ σε τούτων μοῖρ' ἐφίκοιτο καλῶν.
θνατὰ θνατοῖσι πρέπει.
τὶν δ' ἐν ᾿Ισθμῷ διπλόα θάλλοισ' ἀρετά,
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
Πυθέᾳ τε παγκρατίου. τὸ δ' ἐμὸν
[i.5.20] οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται·
σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοῖς

str. 2))) τάνδ' ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ
[i.5.25] κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δ' ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς

ant. 2))) μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
[i.5.30] ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
ἐν δὲ Θήβαις ἱπποσόας ᾿Ιόλαος
γέρας ἔχει, Περσεὺς δ' ἐν ῎Αργει, Κάστορος δ' αἰχμὰ Πολυδεύκεος τ' ἐπ' Εὐρώτα ῥεέθροις.

epode 2))) ἀλλ' ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
[i.5.35] Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
῾Ηρακλῆϊ πρότερον,
καὶ σὺν ᾿Ατρείδαις. ἔλα νῦν μοι πεδόθεν·
λέγε, τίνες Κύκνον, τίνες ῞Εκτορα πέφνον,
[i.5.40] καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν· τίς ἄρ' ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ' ὄχθαις;

str. 3))) τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι
[i.5.45] πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπὴς
γλῶσσά μοι τοξεύματ' ἔχει περὶ κείνων
κελαδέσαι· καὶ νῦν ἐν ῎Αρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις

ant. 3))) ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
[i.5.50] ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ' ὅμως καύχημα κατάβρεχε σιγᾷ·
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς ὁ πάντων κύριος. ἐν δ' ἐρατεινῷ
μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ' ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων

epode 3))) [i.5.55] ἀμφ' ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς
μόχθος ἀνδρῶν· οὐδ' ὁπόσαι δαπάναι
ἐλπίδων ἔκνισ' ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
[i.5.60] Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δ' εὔμαλλον μίτραν,
καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.

Isth. 6· ΦΥΛΑΚΙΔΑ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΓΚΡΑΤΙΩ|

str. 1] θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,
τίν γ' ἄωτον δεξάμενοι στεφάνων,
[i.6.5] νῦν αὖτε ᾿Ισθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
Φυλακίδα νικῶντος. εἴη δὲ τρίτονσωτῆρι πορσαίνοντας ᾿Ολυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.

ant. 1))) [i.6.10] εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετ' ἄγκυραν θεότιμος ἐών.
τοίαισιν ὀργαῖς εὔχεται
[i.6.15] ἀντιάσαις ᾿Αΐδαν γῆράς τε δέξασθαι πολιὸν
ὁ Κλεονίκου παῖς· ἐγὼ δ' ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.

epode 1))) ὔμμε τ', ὦ χρυσάρματοι Αἰακίδαι,
[i.6.20] τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
τάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ' ἔργων καλῶν τέτμηνθ' ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι' ῾Υπερβορέους·
οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
[i.6.25] ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,

str. 2))) οὐδ' ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον
ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
[i.6.30] ἐν ναυσὶν ᾿Αλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν ᾿Αλκυονῆ, σφετέρας δ' οὐ φείσατο
χερσὶν βαρυφθόγγοιο νευρᾶς

ant. 2))) [i.6.35] ῾Ηρακλέης. ἀλλ' Αἰακίδαν καλέων
ἐς πλόον ῞κεῖνον῞ κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν ᾿Αμφιτρυωνιάδαν,
ἄνδωκε δ' αὐτῷ φέρτατος
[i.6.40] οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
ὁ δ' ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος· "εἴ ποτ' ἐμάν, ὦ Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,

epode 2))) νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
[i.6.45] λίσσομαι παῖδα θρασὺν ἐξ ᾿Εριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ' ἐν Νεμέᾳ·
θυμὸς δ' ἑπέσθω." ταῦτ' ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
[i.6.50] ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δ' ἔνδον νιν ἔκνιξεν χάρις,

str. 3))) εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ·
" ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·
καί νιν ὄρνιχος φανέντος κέκλε' ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
ἐν πόνοις ἔκπαγλον ᾿Ενυαλίου."
[i.6.55] ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετ'. ἐμοὶ δὲ μακρὸν πάσας ῞ἀν῞ αγήσασθ' ἀρετάς·
Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν ᾿Αργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.

ant. 3))) [i.6.60] ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ' ᾿Ισθμοῦ, τὰς δ' ἀπ' εὐφύλλου Νεμέας,
ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δ' ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων·
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
[i.6.65] τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων ῾Ησιόδου μάλα τιμᾷ τοῦτ' ἔπος,
υἱοῖσί τε φράζων παραινεῖ,

epode 3))) ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
[i.6.70] καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων·
γλῶσσα δ' οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ' ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
[i.6.75] χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ' εὐτειχέσιν Κάδμου πύλαις.

Isth. 7· ΣΤΡΕΨΙΑΔΗ| ΘΗΒΑΙΩ|, ΠΑΓΚΡΑΤΙΩ|

str. 1] τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
Δαμάτερος ἁνίκ' εὐρυχαίταν
[i.7.5] ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,

ant. 1))) ὁπότ' ᾿Αμφιτρύωνος ἐν θυρέτροις
σταθεὶς ἄλοχον μετῆλθεν ῾Ηρακλείοις γοναῖς;
ἢ ὅτ' ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
ἢ ὅτ' ἀμφ' ᾿Ιόλαον ἱππόμητιν;
[i.7.10] ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς ῎Αδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν

epode 1))) μυρίων ἑτάρων ἐς ῎Αργος ἵππιον;
ἢ Δωρίδ' ἀποικίαν οὕνεκεν ὀρθῷ
ἔστασας ἐπὶ σφυρῷ
Λακεδαιμονίων, ἕλον δ' ᾿Αμύκλας
[i.7.15] Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
ἀλλὰ παλαιὰ γὰρ
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,

str. 2))) ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
[i.7.20] κώμαζ' ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
καὶ Στρεψιάδᾳ· φέρει γὰρ ᾿Ισθμοῖ
νίκαν παγκρατίου· σθένει τ' ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς.

ant. 2))) φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
μάτρωΐ θ' ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
[i.7.25] χάλκασπις ᾧ πότμον μὲν ῎Αρης ἔμιξεν,
τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται.
ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,

epode 2))) λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
[i.7.30] ζώων τ' ἀπὸ καὶ θανών.
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ ῞Εκτορα
᾿Αμφιάρηόν τε,
εὐανθέ' ἀπέπνευσας ἁλικίαν

str. 3))) [i.7.35] προμάχων ἀν' ὅμιλον, ἔνθ' ἄριστοι
ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
Γαιάοχος εὐδίαν ὄπασσεν
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ' ἀθανάτων μὴ θρασσέτω φθόνος,

ant. 3))) [i.7.40] ὅ τι τερπνὸν ἐφάμερον διώκων
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
δαίμων δ' ἄϊσος· τὰ μακρὰ δ' εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος

epode 3))) [i.7.45] δεσπόταν ἐθέλοντ' ἐς οὐρανοῦ σταθμοὺς
ἐλθεῖν μεθ' ὁμάγυριν Βελλεροφόνταν
Ζηνός· τὸ δὲ πὰρ δίκαν
γλυκὺ πικροτάτα μένει τελευτά.
ἄμμι δ', ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
[i.7.50] τεαῖσιν ἁμίλλαισινεὐανθέα καὶ Πυθόϊ στέφανον.

ΙΣΘ. 8· ΚΛΕΑΝΔΡΩ| ΑΙΓΙΝΗΤΗ|, ΠΑΓΚΡΑΤΙΩ|

str. 1] Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, ὦ νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, ᾿Ισθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
[i.8.5] ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν,
αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
μήτ' ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε· παυσάμενοι δ' ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·
ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
[i.8.10] τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,

str. 2))) ἀτόλματον ῾Ελλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ ῞σκοπεῖν῞
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται,
[i.8.15] ἑλίσσων βίου πόρον· ἰατὰ δ' ἔστι βροτοῖς σύν γ' ἐλευθερίᾳ καὶ τά. χρὴ δ' ἀγαθὰν ἐλπίδ' ἀνδρὶ μέλειν· χρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες ᾿Ασωπίδων
ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
ὃ τὰν μὲν παρὰ καλλιρόῳ
[i.8.20] Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα·

str. 3))) σὲ δ' ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ
δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι
[i.8.25] ἀρίστευον υἱέες υἱέων τ' ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ' ἀμφέπειν ὅμαδον· σώφρονές τ' ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντ' ἀγοραί,
Ζεὺς ὅτ' ἀμφὶ Θέτιος ἀγλαός τ' ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέ' ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.
[i.8.30] ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,

str. 4))) ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δ'
εὔβουλος ἐν μέσοισι Θέμις,
οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
[i.8.35] διώξει χερὶ τριόδοντός τ' ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ' ἀδελφεοῖσιν.--"ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα
υἱὸν εἰσιδέτω θανόντ' ἐν πολέμῳ,
χεῖρας ῎Αρεΐ ῞τ'῞ ἐναλίγκιον στεροπαῖσί τ' ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ,
[i.8.40] ὅντ' εὐσεβέστατον φάτις ᾿Ιωλκοῦ τράφειν πεδίον·

str. 5))) ἰόντων δ' ἐς ἄφθιτον ἄντρον εὐθὺς
Χείρωνος αὐτίκ' ἀγγελίαι·
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
[i.8.45] λύοι κεν χαλινὸν ὑφ' ἥρωϊ παρθενίας." ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δ' ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς
οὐ κατέφθινε. φαντὶ γὰρ ξύν' ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματ' ἀπείροισιν ἀρετὰν ᾿Αχιλέος·
ὃ καὶ Μύσιον ἀμπελόεν
[i.8.50] αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,

str. 6))) γεφύρωσέ τ' ᾿Ατρεΐδαισι νόστον,
῾Ελέναν τ' ἐλύσατο, Τρωΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
[i.8.55] ὑπέρθυμον ῞Εκτορά τ' ἄλλους τ' ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων ᾿Αχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θ' ῾Ελικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
ἔδοξ' ἆρα τόδ' ἀθανάτοις,
[i.8.60] ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.

str. 7))) τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς ῎Ισθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
[i.8.65] ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν ᾿Αλκαθόου τ' ἀγὼν σὺν τύχᾳ
ἐν ᾿Επιδαύρῳ τε νεότας δέκετο πρίν·
τὸν αἰνεῖν ἀγαθῷ παρέχει·
[i.8.70] ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.